This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ ἡμῖν δὴ οὖν ἀγῶνα προκεῖσθαι
πάντων ἀγώνων μέγιστον νομίζειν χρεών,
ὑπὲρ οὗ πάντα ποιητέον ἡμῖν καὶ πονητέον εἰς
δύναμιν ἐπὶ τὴν τούτου παρασκευήν, καὶ ποιηταῖς
καὶ λογοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις
ὁμιλητέον, ὅθεν ἂν μέλλῃ πρὸς τὴν τῆς ψυχῆς
ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι.

