This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πρὸς ὅνπερ
κτᾶσθαι παραινέσαιμ̓ ἂν τὰ ἐφόδια, πάντα λίθον
κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ
τις ὑμῖν ἐπ̓ αὐτὸν ὠφέλεια γενήσεσθαι. μηδ̓
ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ̓
ἀποκνήσωμεν: ἀλλ̓ ἀναμνησθέντας 1 τοῦ παραινέσαντος,
ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν 2
ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ
συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις.

