This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὥσπερ οὖν οἱ
δευσοποιοὶ παρασκευάσαντες πρότερον θεραπείαις
τισὶν ὅ τι ποτ̓ ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν,
οὕτω τὸ ἄνθος ἐπάγουσιν, ἄν τε ἁλουργὸν ἄν τέ
τι ἕτερον ᾖ, τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον, εἰ
μέλλοι ἀνέκπλυτος ἡμῖν 1 ἅπαντα τὸν χρόνον ἡ
τοῦ καλοῦ παραμένειν δόξα, τοῖς ἔξω δὴ τούτοις
προτελεσθέντες, τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων
ἐπακουσόμεθα παιδευμάτων: καὶ οἷον ἐν
ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες, οὕτως αὐτῷ
προσβαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις.
1 h(mi=n add. editi anti#3ui et MSS. sed non Colb. secundus et tertius.

