This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ
ἀγορᾶς τις ἀνθρώπων: ὁ δὲ οὐ προσεῖχε: καὶ
εἰς πᾶσαν διήρκεσε 1 τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς
πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δέ, οὐ μέλων
αὐτῷ. εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον
μόλις ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς,
ὅπως αὐτῷ μὴ διαφθαρείη τὸ πρὸς φιλοσοφίαν
γυμνάσιον.
1 dih/rkesan Colb. tertius.

