This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ τοίνυν ἐπαινεσόμεθα
τοὺς ποιητὰς οὐ λοιδορουμένους, οὐ σκώπτοντας,
οὐκ ἐρῶντας ἢ μεθύοντας μιμουμένους,
οὐχ ὅταν τραπέζῃ πληθούσῃ καὶ ᾠδαῖς ἀνειμέναις
τὴν εὐδαιμονίαν ὁρίζωνται. 1 πάντων δὲ ἥκιστα
περὶ θεῶν τι διαλεγομένοις προσέξομεν, καὶ
μάλισθ̓ ὅταν ὡς περὶ πολλῶν τε αὐτῶν διεξίωσι
καὶ τούτων οὐδὲ ὁμονοούντων.
1 o(ri/zontai editi anti#3ui.

