This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἕως γε μὴν ὑπὸ τῆς ἡλικίας
ἐπακούειν τοῦ βάθους τῆς διανοίας αὐτῶν οὐχ
οἷόν τε, ἐν ἑτέροις οὐ πάντη διεστηκόσιν, ὥσπερ
ἐν σκιαῖς τισι καὶ κατόπτροις, τῷ τῆς ψυχῆς
ὄμματι τέως προγυμναζόμεθα, τοὺς ἐν τοῖς τακτικοῖς
τὰς μελέτας ποιουμένους μιμούμενοι, οἵ
γε ἐν χειρονομίαις καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν
[p. 384]
κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδιᾶς
ἀπολαύουσι κέρδους.

