Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι [p. 392] συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν: πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα παραγενομένην. ἀλλ᾽ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι ’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.