Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἡμῖν οὐδ᾽ ὄρεξιν ἐνδίδωσι, σκεύεσι δὲ μαγειρικοῖς, οἷα κοπίδες καὶ λέβητες, τὰ δὲ μυλωθρικοῖς καὶ καμίνοις καὶ φρεωρύχοις καὶ μακτηρίοις ἔοικεν; ἀτεχνῶς δὲ τῶν πολλῶν ἴδοι τις ἂν ὥσπερ ἐν μυλῶνι 1 τῷ σώματι τὴν ψυχὴν ἐγκεκαλυμμένην ἀεὶ περὶ τὴν τῆς τροφῆς 2 χρείαν κυκλοῦσαν, ὥσπερ ἀμέλει καὶ ἡμεῖς ἄρτι μὲν οὔθ᾽ ἑωρῶμεν ἀλλήλους οὔτ᾽ ἠκούομεν, ἀλλ᾽ ἕκαστος ἐγκεκυφὼς ἐδούλευε τῇ περὶ τὴν τροφὴν χρείᾳ. νυνὶ δ᾽ ἐπαρθεισῶν τῶν τραπεζῶν ἐλεύθεροι γεγονότες ὡς ὁρᾷς, ἐστεφανωμένοι περὶ λόγους διατρίβομεν καὶ ἀλλήλοις σύνεσμεν καὶ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.