Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τόπος: τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει ‘’ τί κάλλιστον;᾽’ ‘κόσμος πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί.'’ ‘τί σοφώτατον;᾽’ ‘ χρόνος: τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δ᾽ εὑρήσει : ‘’ τί κοινότατον;᾽’ ‘ἐλπίς: καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι.'’ ‘τί ὠφελιμώτατον;᾽’ ‘ἀρετή: καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ.'’ ‘τί βλαβερώτατον ‘’ κακία: καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη ‘’ 'τί ἰσχυρότατον;᾽’ ‘ἀνάγκη: μόνον γὰρ ἀνίκητον τί ῥᾷστον; ’ ‘ τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ 1 πολλάκις ἀπαγορεύουσιν. [p. 376] ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.