Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Νειλόξενον ‘ἐγώ τοι’ εἶπεν ‘ὦ ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι: καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δ᾽ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθ᾽ ὑμῶν’ 1 Καὶ ὁ Βίας ‘ ποῦ γὰρ ἢ μετὰ τίνων’ ἔφη ‘ προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ, 2 πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπ᾽ ἐμοῦ, περιελθεῖν δ᾽ εἰς’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.