Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸν δρόμον καὶ ἀφῆκε τὸ φρύαγμα καὶ τὸν θυμόν ’ ὁ δὲ Χίλων λακωνίσας τῇ φωνῇ ‘καὶ τύνη’ ἔφη , ‘ βραδὺς καὶ τρέχεις τὸν ἡμίονον.'’ ἐκ τούτου παρῆλθε μὲν ἡ Μέλισσα καὶ κατεκλίθη παρὰ τὸν Περίανδρον, ἡ δ᾽ Εὔμητις ἐκάθισε παρὰ τὸ δεῖπνον. καὶ ὁ Θαλῆς ἐμὲ προσαγορεύσας ἐπάνω τοῦ Βίαντος κατακείμενον ‘τί οὐκ ἔφρασας’ εἶπεν ‘ὦ Διόκλεις Βίαντι τὸν Ναυκρατίτην ξένον ἥκοντα μετὰ προβλημάτων βασιλικῶν αὖθις ἐπ᾽ αὐτόν, ὅπως νήφων καὶ προσέχων ἑαυτῷ τὸν λόγον δέχηται;᾽’ Καὶ ὁ Βίας ‘ ἀλλ᾽ οὗτος μέν’ ἔφη ‘πάλαι δεδίττεται ταῦτα παρακελευόμενος, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.