Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δ᾽ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρ᾽ ἡμῶν οὐ τἀμὰ κωλύσει.'’ Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας ἐγγὺς κατακειμένῳ ‘τί λέγεις’ εἶπεν ὦ ‘Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει 1 ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν;᾽’ Καὶ ὁ Νειλόξενος γελάσας ‘ὡς θελήσοντος’ 2 εἶπεν ‘ὦ Βία σκόπει ’
2 θελήσοντος Pflugkius: θελήσαντος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.