Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘πάνυ μὲν οὖν’ ἔφη ὁ Σόλων, ‘μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν, οἳ τὸν νεκρὸν ἀνατεμόντες 1 ἔδειξαν τῷ ἡλίῳ, εἶτ᾽ αὐτὰ 2 μὲν εἰς τὸν ποταμὸν κατέβαλον, τοῦ δ᾽ ἄλλου σώματος ὡς ἤδη καθαροῦ γεγονότος ἐπιμέλονται. τῷ γὰρ ὄντι τοῦτ᾽ ἐστὶ τὸ μίασμα τῆς σαρκὸς ἡμῶν καὶ ὁ τάρταρος; ὁ ἐν Ἅιδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. ζῶν γὰρ οὐδεὶς 3 ἀπ᾽ οὐδενὸς τρέφεται ζῶντος, ἀλλὰ θανατοῦντες τὰ ἔμψυχα καὶ τὰ φυόμενα τῷ τρέφεσθαι καὶ αὔξεσθαι μετέχοντα τοῦ ζῆν ἀπολλύντες ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.