Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀδικοῦμεν. ἀπόλλυται γὰρ ἐξ οὗ πέφυκε τὸ μεταβάλλον εἰς ἄλλο, καὶ πᾶσαν φθείρεται φθοράν, ὅπως ἂν θατέρου τροφὴ γένοιτο. τὸ δ᾽ ἀπέχεσθαι σαρκῶν ἐδωδῆς, ὥσπερ Ὀρφέα τὸν παλαιὸν ἱστοροῦσι, σόφισμα μᾶλλον ἢ φυγὴ τῶν περὶ τὴν [p. 390] τροφὴν ἀδικημάτων ἐστί. φυγὴ δὲ μία καὶ καθαρμὸς εἰς δικαιοσύνην τέλειος 1 αὐτάρκη καὶ ἀπροσδεᾶ γενέσθαι. ᾧ δ᾽ ἄνευ κακώσεως ἑτέρου τὴν αὑτοῦ σωτηρίαν ἀμήχανον ὁ θεὸς πεποίηκε, τούτῳ τὴν φύσιν ἀρχὴν ἀδικίας; προστέθεικεν. ἆρ᾽ οὖν οὐκ ἄξιον, ὦ φίλε , συνεκτεμεῖν ἀδικίᾳ κοιλίαν καὶ στόμαχον καὶ ἧπαρ, ἃ καλοῦ 1 μὲν οὐδενὸς αἴσθησιν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.