Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει: περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων [p. 371] ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος 1 ’ ‘καὶ μήν’ ἔφη ὁ Περίανδρος ‘ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας ‘ἀνδρακάς,’ ὥσπερ ἔφησεν Ὅμηρος: 2 ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος’
εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.