[2]
γελοῖα πείσονται, πανοῦργοι ὄντες: πολλὰ
κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει, καὶ
ὅλως ἀεὶ θανόντι ἐοικὼς ἔρρωται πολὺ μᾶλλον τῶν νέων.
οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι βόσκονται ζωὴν
μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες.
Πλούτων
οὐκοῦν ὁ μὲν ἀποδυσάμενος τὸ γῆρας
ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων
τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκέτωσαν
ἤδη κακοὶ κακῶς ἀποθανόντες.
Ἑρμῆς
Ἀμέλησον, ὦ Πλούτων μετελεύσομαι γάρ
σοι ἤδη αὐτοὺς καθ᾽ ἕνα ἑξῆς: ἑπτὰ δέ, οἶμαι, εἰσί.
Πλούτων
Κατάσπα, ὁ δὲ παραπέμψει ἕκαστον ἀντὶ
γέροντος αὖθις πρωθήβης γενόμενος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

