[11]
τί οἰμώζετε, ὦ μάταιοι, καὶ μάλιστα ὁ φιλόσοφος σὺ
ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;
φιλόσοφος
ὅτι, ὦ Ἑρμῆ, ἀθάνατον ᾤμην τὴν ψυχὴν ὑπάρχειν.
Μένιππος
ψεύδεται: ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν.
Ἑρμῆς
τὰ ποῖα;
Μένιππος
ὅτι μηκέτι δειπνήσει πολυτελῆ δεῖπνα μηδὲ
νύκτωρ ἐξιὼν ἅπαντας λανθάνων τῷ ἱματίῳ τὴν κεφαλὴν
κατειλήσας περίεισιν ἐν κύκλῳ τὰ χαμαιτυπεῖα, καὶ
ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ ἀργύριον λήψεται:
ταῦτα λυπεῖ αὐτόν.
φιλόσοφος
σὺ γάρ, ὦ Μένιππε, οὐκ ἄχθῃ ἀποθανών;
Μένιππος
πῶς, ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον καλέσαντος
μηδενός;
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

