Μένιππος
τί κλάεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ
ἐπὶ τῇ λίμνῃ ἑστώς;
Τάνταλος
ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τοῦ δίψους
Μένιππος
οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ
νη Δί᾽ αρυσάμενος κοίλῃ τῇ χειρί;
Τάνταλος
οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι: φεύγει γὰρ τὸ
ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με: ἢν δέ ποτε καὶ
ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας
ἄκρον τὸ χεῖλος, καὶ διὰ τῶν δακτύλων διαρρυὲν οὐκ
οἶδ᾽ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
[p. 169]
Μένιππος
τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ εἰπέ
μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις, ἀλλ᾽
ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ πεινῆν καὶ
διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίνοις;
Τάνταλος
τοῦτ᾽ αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν ψυχὴν
ὡς σῶμα οὖσαν.
Μένιππος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

