[2]
τί φής; εἰ μὴ ἐς Λεβάδειαν γὰρ παρέλθω
καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν
ἔχων ἐσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς
τὸ σπήλαιον, οὐκ ἂν ἠδυνάμην εἰδέναι, ὅτι νεκρὸς εἶ
ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ πρὸς τῆς
μαντικῆς, τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ.
Τροφώνιος
ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον.
Μένιππος
ὃ μήτε ἄνθρωπός ἐστιν, ὡς φής, μήτε θεός,
καὶ συναμφότερόν ἐστι; νῦν οὖν ποῦ σου τὸ θεῶν ἐκεῖνο
ἡμίτομον ἀπελήλυθε;
Τροφώνιος
χρᾷ, ὦ Μένιππε, ἐν Βοιωτίᾳ.
Μένιππος
οὐκ οἶδα, ὦ Τροφώνιε, ὅ τι καὶ λέγεις: ὅτι
μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

