Κροῖσος
οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον
τουτονὶ τὸν κύνα παροικοῦντα: ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον
ἢ ἡμεῖς μετοικήσομεν ἐς ἕτερον τόπον.
Πλούτων
τί δ᾽ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
Κροῖσος
ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν
ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ
χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ
Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα
καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ
ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστι.
Πλούτων
τί ταῦτά φασιν, ὦ Μένιππε;
Μενίππου
ἀληθῆ, ὦ Πλούτων: μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς
καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησε βιῶναι κακῶς,
ἀλλὰ καὶ ἀποθανόντες. ἔτι μέμνηνται καὶ περιέχονται
τῶν ἄνω: χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
Πλούτων
ἀλλ᾽ οὐ χρή: λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
Μενίππου
καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος
ὢν τοῖς τούτων στεναγμοῖς;
Πλούτων
οὐδαμῶς, ἀλλ᾽ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
Μενίππου
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

