φιλόσοφος
νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος
γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι: οὐ γὰρ ἂν ἐτεθνήκεις
Ἄμμωνός γε ὤν.
Ἀλέξανδρος
οὐδ᾽ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου
τοῦ Ἀμύντου υἱός εἰμι, ἀλλ᾽ ἐδεξάμην τὸ μάντευμα
ὡς χρήσιμον ἐς τὰ πράγματα οἰόμενος εἶναι.
φιλόσοφος
τί λέγεις; χρήσιμον ἐδόκει σοι το παρέχειν
σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
Ἀλέξανδρος
οὐ τοῦτο, ἀλλ᾽ οἱ βάρβαροι κατεπλάγησάν
[p. 163]
με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι, ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
φιλόσοφος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

