Ἀλέξανδρος
ἐμὲ δεῖ προκεκρίσθαι σου, ὦ Λίβυ: ἀμείνων γάρ εἰμι.
Ἀννίβας
οὐ μὲν οὖν, ἀλλ᾽ ἐμέ.
Ἀλέξανδρος
οὐκοῦν ὁ Μίνως δικασάτω.
Μίνως
τίνες δὲ ἐστέ;
Ἀλέξανδρος
οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος, ἐγὼ δὲ
Ἀλέξανδρος ὁ Φιλίππου.
Μίνως
νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ τίνος ὑμῖν ἡ ἔρις;
Ἀλέξανδρος
περὶ προεδρίας: φησὶ γὰρ οὗτος ἀμείνων
γεγενῆσθαι στρατηγὸς ἐμοῦ, ἐγὼ δέ, ὥσπερ ἅπαντες ἴσασιν,
οὐχὶ τούτου μόνον, ἀλλὰ πάντων σχεδὸν τῶν πρὸ
ἐμοῦ φημὶ διενεγκεῖν τὰ πολέμια.
[p. 157]
Μίνως
οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω, σὺ δὲ πρῶτος
ὁ Λίβυς λέγε.
Ἀννίβας
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

