[3]
τοῖς πλουσίοις δ᾽, ὦ φίλτατον Πολυδεύκιον,
ἀπάγγελλε ταῦτα παρ᾽ ἡμῶν: τί, ὦ μάταιοι, τὸν
χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι
τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις συντιθέντες,
οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν μετ᾽ ὀλίγον;
Πολυδεύκης
εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους.
Διογένης
ἀλλὰ καὶ τοῖς καλοῖς τε καὶ ἰσχυροῖς λέγε,
Μεγίλλῳ τε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλαιστῇ,
ὅτι παρ᾽ ἡμῖν οὔτε ἡ ξανθὴ κόμη οὔτε τὰ χαροπὰ ἢ μέλανα
ὄμματα ἢ ἐρύθημα ἐπὶ τοῦ προσώπου ἔτι ἔστιν ἢ
νεῦρα εὔτονα ἢ ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις,
φασί, κρανία γυμνὰ τοῦ κάλλους.
Πολυδεύκης
οὐ χαλεπὸν οὐδὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.
Διογένης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

