previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον. δὲ Ἀγησίλαος, [p. 88] ἐπιχειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν. [2] ἐρρύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος τότε Εὐρώτας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος τραχύτητος ἐγένετο σκληρὸν καὶ χαλεπὸν τοῖς Θηβαίοις. πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν Ἐπαμεινώνδαν ἐδείκνυσάν τινες τῷ Ἀγησιλάῳ: κἀκεῖνος, ὡς λέγεται, πολὺν χρόνον ἐμβλέψας αὐτῷ καὶ συμπαραπέμψας τὴν ὄψιν οὐδὲν τοσοῦτον μόνον εἶπεν τοῦ μεγαλοπράγμονος ἀνθρώπου[3] ἐπεὶ δὲ φιλοτιμούμενος Ἐπαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν Ἀγησίλαον, ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ Ἰσσώριον, οὗ τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐστιν, εὐερκῆ καὶ δυσεκβίαστον τόπον, [4] ἐφ᾽ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθ᾽ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς: οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ ῾δείξας ἕτερον τόπον, τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως, [5] οἱ δὲ ἀκούσαντες ἥσθησαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν. δὲ τὸ μὲν Ἰσσώριον εὐθὺς μεταπεμψάμενος ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ [p. 90] πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν. [6] ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν ἐπιβουλεύοντας. ἀπέκτεινεν οὖν καὶ τούτους μετὰ τῶν ἐφόρων βουλευσάμενος Ἀγησίλαος ἀκρίτους, οὐδενὸς δίχα δίκης τεθανατωμένου πρότερον Σπαρτιατῶν, [7] ἐπεὶ δὲ πολλοὶ τῶν συντεταγμένων1 εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος.

[8] ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας: Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: