Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὅμως δὲ τῷ Τιθραύστῃ χαρίζεσθαι βουλόμενος,
ὅτι τὸν κοινὸν ἐχθρὸν Ἑλλήνων ἐτετιμώρητο
Τισαφέρνην, ἀπήγαγεν εἰς Φρυγίαν τὸ
στράτευμα, λαβὼν ἐφόδιον παρ᾽ αὐτοῦ τριάκοντα
τάλαντα.
καὶ καθ᾽ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ, τοῦτο μόνῳ πάντων ὑπῆρξεν Ἀγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου δι᾽ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

