next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχίδαμος Ζευξιδάμου βασιλεύσας ἐπιφανῶς Λακεδαιμονίων, κατέλιπεν υἱὸν ἐκ γυναικὸς εὐδοκίμου, Λαμπιδοῦς, Ἆγιν, καί πολὺ νεώτερον ἐξ Εὐπωλίας τῆς Μελησιππίδα θυγατρός, Ἀγησίλαον. ἐπεὶ δὲ τῆς βασιλείας Ἄγιδι προσηκούσης κατὰ τὸν νόμον ἰδιώτης ἐδόκει βιοτεύσειν Ἀγησίλαος, ἤχθη τὴν λεγομένην ἀγωγὴν ἐν Λακεδαίμονι, σκληρὰν μὲν οὖσαν τῇ διαίτῃ καί πολύπονον, παιδεύουσαν δὲ τοὺς νέους ἄρχεσθαι. [2] διὸ καί φασιν ὑπὸ τοῦ Σιμωνίδου τὴν Σπάρτην προσηγορεῦσθαιδαμασίμβροτον,’ ὡς μάλιστα διὰ τῶν ἐθῶν τοὺς πολίτας τοῖς νόμοις πειθηνίους καὶ χειροήθεις ποιοῦσαν, ὥσπερ ἵππους εὐθὺς ἐξ ἀρχῆς δαμαζομένους, ταύτης ἀφίησιν νόμος τῆς ἀνάγκης τοὺς ἐπὶ βασιλείᾳ τρεφομένους παῖδας. [3] Ἀγησιλάῳ δὲ καί τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχεσθαι.1 διὸ καί πολὺ τῶν βασιλέων εὐαρμοστότατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει ἡγεμονικῷ καί βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καί φιλάνθρωπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (3 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 6.71
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: