Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονταί
καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι
μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν 1
γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

