Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αἰσθομένου δὲ ταῦτα τοῦ Τάχω καὶ τραπομένου πρὸς δέησιν αὐτῶν, ὁ μὲν Χαβρίας ἐπειρᾶτο καὶ τὸν Ἀγησίλαον ἐν τῇ φιλίᾳ τοῦ Τάχω πείθων καὶ παραμυθούμενος κατέχειν, ὁ δὲ Ἀγησίλαος εἶπεν ὅτι ‘σοὶ μέν, ὦ Χαβρία, κατὰ σεαυτὸν ἀφιγμένῳ χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς ἔξεστιν, ἐγὼ δὲ ὑπὸ τῆς πατρίδος ἐδόθην Αἰγυπτίοις στρατηγός, οὐκ οὖν ἂν ἔχοι μοι καλῶς οἷς ἐπέμφθην σύμμαχος πολεμεῖν, ἐὰν μὴ πάλιν ἡ πατρὶς κελεύσῃ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

