previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος: ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν. [2] ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπ᾽ αὐτῆς περιέστη τὸν Ἀγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε: καὶ κομισθεὶς εἰς [p. 76] Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως.

[3] ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην: καὶ συνῆλθον ἀπὸ τῆς Ἑλλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς διαλύσεις, ὧν εἷς ἦν Ἐπαμεινώνδας, [4] ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς. οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ Ἀγησιλάῳ, μόνος ἐχρήσατο φρονήματι παρρησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς Ἑλλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδεικνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: