Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ τοῦτ᾽ ἴσως ἐπ᾽ Ἀγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθόμενος
μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον,
καὶ ἄνδρας1 τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα
αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρμένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, ‘φεῦ τῆς Ἑλλάδος,’ ἔφη, ‘
τοσούτους ἄνδρας ἀπολωλεκυίας ὑφ᾽ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

