previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διατρίβοντος δὲ περὶ τήν Κορινθίων αὐτοῦ καὶ τὸ Ἡραῖον εἰληφότος καὶ τὰ αἰχμάλωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ [p. 60] φιλίας. δὲ μισῶν μὲν ἀεὶ τήν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων. [2] ἔπαθε δὲ πρᾶγμα νεμεσητόν: οὔπω γὰρ ἀπηλλαγμένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τήν μόραν ὑπό Ἰφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέπεσεν αὐτοῖς πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέβαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους.

[3] ἀνεπήδησε μὲν οὖν εὐθὺς Ἀγησίλαος ὡς βοηθήσων: ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς Ἀγησίλαος εἶπενεἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφ᾽ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.’ [4] καὶ παραλαβὼν αὐτοὺς τῇ ὑστεραίᾳ τήν τε χώραν τῶν Κορινθίων ἔκοπτε καὶ πρὸς τήν πόλιν αὐτὴν προσῆλθεν. οὕτω δὲ τοὺς Κορινθίους ἐξελέγξας ἀμύνεσθαι μὴ τολμῶντας, ἀφῆκε τήν πρεσβείαν. αὐτὸς δὲ τοὺς περιλελειμμένους ἄνδρας ἐκ τῆς μόρας ἀναλαβὼν ἀπῆγεν εἰς Λακεδαίμονα, πρὸ ἡμέρας ποιούμενος τὰς ἀναζεύξεις καὶ πάλιν σκοταίους τὰς καταλύσεις, ὅπως οἱ μισοῦντες καὶ βασκαίνοντες τῶν Ἀρκάδων μὴ ἐπιχαίρωσιν: [p. 62]

[5] ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετ᾽ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν: μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τήν γῆν εἰς ὥρας ἔχωσιν καὶ συνέβη, παραγγελλομένης γὰρ αὖθις ἐπ᾽ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς Ἀχαιοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: