[56]
οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπ᾽ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφ᾽ ἑαυτοῦ συνθήσεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

