previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[115] δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐδὲ τεταγμένον, ἀλλ᾽ ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους, ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον, οἳ τῆς λείας χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγὰς ἄνευ παραγγέλματος ἰοῦσι, τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς, ὅσα τε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα, καὶ ὅσα διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνόμενα ἀρχάς: πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη, καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν. ὧν αἰσθόμενος Σκιπίων, καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων εἰ μὴ τῶν ἰδίων κρατήσειε, συνήγαγεν ἐς ἐκκλησίαν αὐτούς, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: