[48]
Σκιπιων δε νίκην ἀριστην νενικηκως, τὰ μὲν ἄχρηστα τῆς λείας ἐνεπιμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοι, χρυσίου δ᾽ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυριου δισχίλια καὶ πεντακόσια καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε, καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ τῆς νίκης, ἐπὶ νεῶν . . , τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ, καὶ δῶρα τοῖς ἀριστεύσασιν ἐδίδου, καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο. τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόντων, τοῦτ᾽ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δ᾽ ἔτι πλείονες, καὶ τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλωτοι δ᾽ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι, καὶ Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

