previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] τοῦ δ᾽ αὐτοῦ χειμῶνος, ἐγγὺς ὄντος Σύφακος, Μασσανάσσης ᾔτησεν ἐπὶ τῇ ἰδίᾳ στρατιᾷ τὸ τρίτον τῆς Ῥωμαικῆς παρὰ Σκιπίωνος, καὶ λαβὼν ἡγουμένου τῶν Ῥωμαίων Λαιλίου, τὸν Σύφακα ἐδίωκεν. δὲ ὑπέφευγε, μέχρι καθορώμενος περί τινι ποταμῷ συνετάσσετο ἐς μάχην. οἱ μὲν οὖν Νομάδες ἑκατέρωθεν, ὥσπερ ἔθος αὐτοῖς, πολλὰ καὶ ἀθρόα ἠφίεσαν ἐπ᾽ ἀλλήλοις, οἱ δὲ Ῥωμαῖοι προβαλλόμενοι τὰς ἀσπίδας ἐπῄεσαν. Σύφαξ δὲ Μασσανάσσην ἰδών, ἵετο ἐπ᾽ αὐτὸν ὑπ᾽ ὀργῆς: δ᾽ ἀντεπήλασε γεγηθώς. καὶ ἀγῶνος πολλοῦ περὶ ἄμφω γενομένου, τραπέντες οἱ τοῦ Σύφακος ἐς φυγὴν τὸν ποταμὸν ἐπέρων, ἔνθα τις αὐτοῦ Σύφακος τὸν ἵππον ἔβαλεν: δ᾽ ἀπεσείσατο τὸν δεσπότην, καὶ Μασσανάσσης ἐπιδραμὼν εἷλεν αὐτόν τε Σύφακα καὶ τὸν ἕτερον αὐτοῦ τῶν υἱῶν. καὶ τούσδε μὲν εὐθὺς ἔπεμπε Σκιπίωνι, ἀπέθανον δ᾽ ἐν τῇ μάχῃ Σύφακος μὲν ἐς μυρίους ἄνδρας, Ῥωμαίων δὲ πέντε καὶ ἑβδομήκοντα, Μασσανάσσου δὲ τριακόσιοι. καὶ αἰχμάλωτοι Σύφακος ἐγένοντο τετρακισχίλιοι. τούτων ἦσαν Μασσύλιοι δισχίλιοι καὶ πεντακόσιοι, τῶν ἐς Σύφακα ἀπὸ Μασσανάσσου μεταστάντων: καὶ αὐτοὺς Μασσανάσσης ἐπὶ τῷδε ᾔτησε παρὰ Λαιλίου, καὶ λαβὼν κατέσφαξεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: