previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[97] οὕτω μὲν εἶχεν πόλις Καρχηδονίων τότε, οἱ δ᾽ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολεμίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπ᾽ αὐτῇ βιασόμενος, καὶ ἐπ᾽ ἐκείνῳ τὰ ὑψηλὰ τείχη: Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δ᾽ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε καινοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντεκεκρούκει, ἐλπίσασιν ἀμαχὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῇρτο, οἱ δ᾽ ὕπατοι δεδιότες Ἀσδρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λίμνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον, ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανίλιος δ᾽ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσε διὰ τῆς λίμνης: καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά, Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, Φαμέας ἐπώνυμον ἦν. κομίσας δ᾽ ὅμως τινὰ ὕλην, μηχανὰς ἐποίησε καὶ κλίμακας. καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει, καὶ ἀπετύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλών, ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: