previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[37] δ᾽ Ἀννίβας ἐς ἔσχατον ἀφιγμένος ἀποριας, καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπεν, ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως, καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα: τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρτήματα γενέσθαι. δὲ τῷ ὄντι τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι, καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν, ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, τῶν ἀπολωλότων τιμὴν ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε τοῦ ἀδικήματος χίλια τάλαντα ἐσενεγκεῖν, τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: