previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39] Καρχηδόνιοι δ᾽ ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δ᾽ ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ Σκιπίων Πάρθον τε, μεγάλην πόλιν, αὐτίκα προσπεσὼν εἷλε, καὶ πλησίον Ἀννίβου μετεστρατοπέδευεν. ο δὲ ἀνεζεύγνυε, τρεῖς τοῖς Ῥωμαιοις κατασκοπους ἐπιπέμψας, οὓς Σκιπίων ἔλαβέ τε καὶ οὐκ ἔκτεινεν, ὥσπερ ἔθος τοὺς κατασκόπους κτείνειν, ἀλλ᾽ ἐς τὸ στρατόπεδον καὶ τὰς ὁπλοθήκας καὶ τὰ μηχανήματα περιαχθῆναι κελεύσας, καὶ τὴν στρατιὰν γυμναζομένην ἰδεῖν, ἀπέλυσε φράζειν Αννίβᾳ περὶ ἑκάστων. δὲ ἠξίωσεν ἔτι συνελθεῖν ἐς λόγους Σκιπίωνι, καὶ συνελθὼν ἔλεγε Καρχηδονίους ἀγανακτῆσαι τῇ πρότερον εἰρήνῃ διὰ τὰ χρήματα, καὶ εἰ τοῦτο ἐκλυθείη, Σικελίας δὲ μόνον ἀξιοῖεν οἱ Ῥωμαῖοι καὶ Ἰβηρίας καὶ νήσων ὅσων ἄρχουσι κρατεῖν, ἔσεσθαι τὰς συνθήκας βεβαίους. δὲπολύ,’ ἔφη, ‘κέρδος Ἀννίβᾳ τῆς φυγῆς ἔσται τῆς ἐξ Ἰταλίας, εἰ ταῦτα προσλάβοι παρὰ Σκιπιωνος.’ καὶ ἀπηγόρευε πέμπειν ἔτι πρὸς αὐτόν. διαπειλησάμενοί τε ἀλλήλοις ἀνεζεύγνυον ἑκάτερος ἐς τὸ αὑτοῦ στρατόπεδον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: