previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[40] πόλις δ᾽ ἐγγὺς ἦν Κίλλα, καὶ παρ᾽ αὐτὴν λόφος εὐφυὴς ἐς στρατοπεδείαν, ὃν ἐπινοῶν Αννίβας προλαβεῖν, ἔπεμπέ τινας διαγράφειν τὸ στρατόπεδον, καὶ εὐθὺς ἀναστήσας ἐβάδιζεν ὡς ἔχων τὸν λόφον. Σκιπίωνος δ᾽ αὐτὸν φθάσαντός τε καὶ προλαβόντος, ἀποληφθεὶς ἐν πεδίῳ μέσῳ καὶ ἀνύδρῳ διετέλει τὴν νύκτα πᾶσαν ὀρύσσων φρέατα, καὶ στρατὸς αὐτῷ διαμώμενος τὴν ψάμμον ὀλιγον καὶ θολερὸν ἔπινον ἐπιμόχθως. ἀθεράπευτοί τε καὶ ἄσιτοι, καὶ ἐν τοῖς ὅπλοις ἔνιοι, διενυκτέρευσαν. ὧν Σκιπίων αἰσθανόμενος προσέβαλεν ἅμα ἕῳ κεκμηκόσιν ἐξ ὁδοῦ καὶ ἀγρυπνίας καὶ ἀνυδρίας. Ἀννίβας δ᾽ ἤχθετο μέν, οὐχ ὅτε βούλοιτο συνιὼν ἐς μάχην, ἑώρα δὲ ὡς εἴτε μένοι κατὰ χώραν, κακοπαθήσων ὑπὸ τῆς ἀνυδρίας, εἴτε φεύγοι, τὰ φρονήματα τῶν ἐχθρῶν ἀναστήσων καὶ πολλὰ πεισόμενος ὑπ᾽ αὐτῶν ἐπικειμένων. ὅθεν ἀναγκαῖον ἦν αὐτῷ μάχεσθαι. καὶ παρετασσεν αὐτίκα ἄνδρας μὲν ἐς πεντακισμυρίους, ἐλέφαντας δὲ ὀγδοήκοντα. ἵστη δὲ πρώτους μὲν τοὺς ἐλέφαντας, ἐκ διαστημάτων, ἐφ᾽ ὅλου τοῦ μετώπου, φοβερώτατα σκευασας. καὶ ὑπ᾽ αὐτοῖς ἦν τὸ τρίτον τῆς στρατιᾶς, Κελτοὶ καὶ Λίγυες: τοξόται τε αὐτοῖς ἀνεμεμίχατο πάντῃ καὶ σφενδονῆται Μαυρούσιοί τε καὶ Γυμνήσιοι. τούτων δ᾽ ὄπισθεν δευτέρα τάξις ἦν, Καρχηδόνιοί τε καὶ Λίβυες. τρίτοι δ᾽ ὅσοι ἐξ Ἰταλίας εἵποντο αὐτῷ. οἷς δὴ καὶ μάλιστα, ὡς πλέον δεδιόσιν, ἐθάρρει. δ᾽ ἵππος περὶ τὰ κέρατα ἦν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: