Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνταῦθα Διφρίδας οἴκοθεν ἔφορος ὢν ἀπήντησεν αὐτῷ κελεύων εὐθὺς ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν. ὁ δέ, καίπερ ἀπὸ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐδὲν ᾤετο δεῖν ἀπειθεῖν τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς τε μεθ᾽ ἑαυτοῦ προεῖπεν ἐγγὺς εἶναι τὴν ἡμέραν ἐφ᾽ ἣν ἐξ Ἀσίας ἥκουσι, καὶ δύο μόρας μετεπέμψατο τῶν περὶ Κόρινθον στρατευομένων:
[2]
οἱ δὲ ἐν τῇ
πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ
[p. 46]
βοηθεῖν. ἀπογραψαμένων δὲ πάντων προθύμως,
οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ
ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν.
ὁ δὲ Ἀγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλείποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος.
[3]
ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ: καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

