Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοιαῦτα δὲ τὰ μέρη τῆς ἑρμηνείας. δεύτερον ἐκ
τῆς ποιήσεως: ὡσαύτως γὰρ καὶ αὐτὴ: ὑποκρίνειε
γὰρ ἄν τις ἀκούων αὐλητοῦ, πότερόν ποτε συμφωνοῦσιν
οἱ αὐλοὶ ἢ οὔ, καὶ πότερον ἡ διάλεκτος
σαφὴς ἢ τοὐναντίον: τούτων δ᾽ ἕκαστον μέρος ἐστὶ
[p. 524] τῆς αὐλητικῆς ἑρμηνείας, οὐ μέντοι τέλος, ἀλλ᾽ ἕνεκα τοῦ τέλους γιγνόμενον παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ
τοιαῦτα πάντα κριθήσεται τὸ τῆς ἑρμηνείας ἦθος,
εἰ οἰκεῖον ἀποδίδοται τῷ παραποιηθέντι ποιήματι,
ὃ μεταχειρίσασθαι καὶ ἑρμηνεῦσαι ὁ ἐνεργῶν βεβούληται.
ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν παθῶν τῶν
ὑπὸ τῆς; ποιητικῆς σημαινομένων ἐν τοῖς ποιήμασιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.