Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ χρώματος, ἆρά γ̓ οὐκ ἂν ἄτοπος εἴη; ὁ γὰρ
αὐτὸς καὶ Παγκράτην ἂν εἴποι ἀγνοεῖν τὸ χρωματικὸν γένος: ἀπείχετο γὰρ καὶ οὗτος ὡς ἐπὶ τὸ
πολὺ τούτου, ἐχρήσατο δ᾽ ἔν τισιν: οὐ δι᾽ ἄγνοιαν
οὖν δηλονότι, ἀλλὰ διὰ τὴν προαίρεσιν ἀπείχετο: ἐζήλου γοῦν, ὡς αὐτὸς ἔφη, τὸν Πινδάρειόν τε καὶ Σιμωνίδειον τρόπον καὶ καθόλου τὸ ἀρχαῖον καλούμενον :
ὑπὸ τῶν νῦν.
ὁ αὐτὸς δὲ λόγος καὶ περὶ Τυρταίου τε τοῦ Μαντινέως καὶ Ἀνδρέα τοῦ Κορινθίου καὶ Θρασύλλου τοῦ Φλιασίου καὶ ἑτέρων πολλῶν, οὓς
πάντας ἴσμεν διὰ προαίρεσιν ἀπεσχημένους χρώματὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.