Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πότ᾽ ἐστιν, ὦ ἑταῖροι, νῦν ἐπιζητεῖν οὐ συμποτικόν: σχολῆς γὰρ νηφαλιωτέρας δεῖται τὸ θεώρημα: ἐπεὶ
δ᾽ ὁρίζονται τὴν φωνὴν οἱ ἄριστοι γραμματικοὶ ἀέρα πεπληγμένον αἰσθητὸν ἀκοῇ, ἐτυγχάνομέν τε χθὲς ἐζητηκότες περὶ γραμματικῆς, ὡς τέχνης ἐπιτηδείου
γράμμασι τὰς φωνὰς δημιουργεῖν καὶ ταμιεύειν τῇ ἀναμνήσει, ἴδωμεν τίς μετὰ ταύτην δευτέρα πρέπουσα
φωνῇ ἐπιστήμη. οἶμαι δ᾽ ὅτι μουσική. ὑμνεῖν γὰρ εὐσεβὲς καὶ προηγούμενον ἀνθρώποις τοὺς
χαρισαμένους αὐτοῖς μόνοις τὴν ἔναρθρον φωνὴν
θεούς: τοῦτο δὲ καὶ Ὅμηρος ἐπεσημήνατο ἐν οἷς λέγει
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.