Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δὲ Μαρσύαν φασί τινες Μάσσην καλεῖσθαι:
οἱ δ᾽ οὔ, ἀλλὰ Μαρσύαν εἶναι δ᾽ αὐτὸν Ὑάγνιδος υἱόν, τοῦ πρώτου εὑρόντος τὴν αὐλητικὴν τέχνην.
ὅτι δ᾽ ἐστὶν Ὀλύμπου ὁ ἁρμάτιος νόμος, ἐκ τῆς Γλαύκου ἀναγραφῆς τῆς ὑπὲρ τῶν ἀρχαίων ποιητῶν μάθοι ἄν τις, καὶ ἔτι γνοίη ὅτι Στησίχορος ὁ Ἱμεραῖος
οὔτ᾽ Ὀρφέα οὔτε Τέρπανδρον οὔτ᾽ Ἀρχίλοχον
οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλ᾽ Ὄλυμπον, χρησάμενος
τῷ ἁρματίῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὃ
τινες ἐξ ὀρθίου νόμου φασὶν εἶναι. ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον: γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς.
καὶ ἄλλος δ᾽ ἐστὶν ἀρχαῖος νόμος καλούμενος;
κραδίας, ὅν φησιν Ἱππῶναξ Μίμνερμον αὐλῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.