Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ τούτων προαιρέσει περιεῖλον τὴν πολυχορδίαν
τε καὶ ποικιλίαν. μαρτυρεῖ γοῦν τὰ Ὀλύμπου
τε καὶ Τερπάνδρου ποιήματα καὶ τῶν τούτοις ὁμοιοτρόπων πάντων: ἀλιγόχορδα γὰρ ὄντα καὶ ἁπλᾶ διαφέρει τῶν ποικίλων καὶ πολυχόρδων, ὡς μηδένα δύνασθαι μιμήσασθαι τὸν Ὀλύμπου τρόπον,
ὑστερίζειν δὲ τούτου τοὺς ἐν τῷ πολυχόρδῳ τε καὶ πολυτρόπῳ καταγιγνομένους
῾Ὅτι δ᾽ οἱ παλαιοὶ οὐ δι᾽ ἄγνοιαν ἀπείχοντο τῆς τρίτης ἐν τῷ σπονδειάζοντι τρόπῳ, φανερὸν ποιεῖ ἡ ἐν τῇ κρούσει γενομένη χρῆσις: οὐ γὰρ ἂν
ποτ᾽ αὐτῇ πρὸς τὴν παρυπάτην κεχρῆσθαι συμφώνως,
μὴ γνωρίζοντας τὴν χρῆσιν: ἀλλὰ δῆλον ὅτι
τὸ τοῦ κάλλους ἦθος, ὃ γίγνεται ἐν τῷ σπονδειακῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.