Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ συνεφώνουν πρός τε μέσην καὶ πρὸς
λιχανόν κατὰ δὲ τὸ μέλος κἂν αἰσχυνθῆναι τῷ
χρησαμένῳ ἐπὶ τῷ γιγνομένῳ δι᾽ αὐτὴν ἤθει. δῆλον
δ᾽ εἶναι καὶ ἐκ τῶν Φρυγίων, ὅτι οὐκ ἠγνόητο ὑπ᾽ Ὀλύμπου τε καὶ τῶν ἀκολουθησάντων ἐκείνῳ: ἐχρῶντο γὰρ αὐτῇ οὐ μόνον κατὰ τὴν κροῦσιν, ἀλλὰ καὶ κατὰ τὸ μέλος ἐν τοῖς Μητρῴοις καὶ ἔν
τισὶ τῶν Φρυγίων. δῆλον δὲ καὶ τὸ περὶ τῶν
ὑπατῶν, ὅτι οὐ δι᾽ ἄγνοιαν ἀπείχοντο ἐν τοῖς Δωρίοις τοῦ τετραχόρδου τούτου: αὐτίκα ἐπὶ τῶν λοιπῶν τόνων ἐχρῶντο, δηλονότι εἰδότες: διὰ δὲ τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.