Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
εἰ μή σε πείσαιμι’ διέτρεψε παραχρῆμα καὶ
μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν
ἀνθρώπου [p. 203] φιλολίθου καὶ
περὶ σφραγίδια πολυτελῆ νοσοῦντος,
ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ᾽
ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν:
ἡσθεὶς οὖν ὁ ἄνθρωπος ‘μὴ οὕτως’
εἶπεν ‘ὦ Πολέμων, ἀλλ᾽ ὑπ᾽ αὐγὰς θεῶ, καὶ πολύ σοι
βέλτιον φανεῖται’ ὁ δ᾽ Ἀρίστιππος,
ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί
τινος εἰπόντος ‘ὦ Ἀρίστιππε, ποῦ ὑμῶν
ἡ φιλία;᾽’
‘καθεύδει’ φησὶν ‘ἐγὼ δ᾽ αὐτὴν
ἐγερῶ:’ καὶ τῷ Αἰσχίνῃ προσελθὼν
εἶπεν ‘οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ
ἀνήκεστος, ὥστε μὴ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.