Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φίλοι κολάσαι
καὶ μὴ περιιδεῖν: ὁ δὲ Φίλιππος ἐντυχὼν
αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα
πέμψας
ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους
ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας: ὡς δὲ
πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ
γεγονέναι τὸν ἄνδρα θαυμάσιον, ‘ἐγὼ
τοίνυν’ ἔφη ‘βελτίων ἰατρὸς ὑμῶν.’
ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ
γενομένης καί
τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς
Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ
Φιλίππου κακῶς αὐτὸν λέγουσι: ‘τί
οὖν’ ἔφη ‘ποιήσουσιν, ἂν κακῶς
πάθωσι;᾽’ καλὰ δὲ καὶ Πεισιστράτου τὰ
πρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.