δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο:4 διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ
δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς
ἐνδελεχοῦς προσκρουμάτων 1 πολλῶν ἔλαθεν
ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς
ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα δι᾽
εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ
γιγνόμενον: οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν
οὐκ ἀποτυγχάνουσι. καὶ δεινὸν οὐδὲν
ἀρξαμένους 2 ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι
τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους 3 καὶ
δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν
ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν:
1 προσκρουμάτων Salmasius: ἢ προσκρουσμάτων
2 ἀρξαμένους R: ἀρξάμενον
3 πολλὰ χολουμένους] πόλλ᾽ ἀχθομένους? cf. p. 468 e; sed nunc praefero vulgatam
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.