Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καπνίζοντα καὶ διακαόμενον οὐ
μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις
αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι
κατέπαυσε. καὶ
γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε,
καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ
φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. οὐκ
ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα
λέγων καὶ παραινῶν ὁ Ἱερώνυμος, ἐν οἷς
οὔ φησι γιγνομένης ἀλλὰ γεγενημένης καὶ οὔσης
αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος.
οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ
διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.